Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.108 Joseph. AJ 5.112 (English) >>Joseph. AJ 5.116

5.110ἀλλʼ εὖ ποιήσετε σωφρονήσαντες καὶ ἐπὶ νεαροῖς μετατιθέμενοι τοῖς ἁμαρτήμασι. καὶ παρακαλοῦμεν ὑμᾶς πρὸς παίδων καὶ γυναικῶν μὴ παρασχεῖν ἡμῖν ἀνάγκην ἀμύνασθαι. ὡς οὖν τῆς ὑμετέρας αὐτῶν σωτηρίας καὶ τῶν φιλτάτων ὑμῖν ἐν τῇδε τῇ ἐκκλησίᾳ κειμένης οὕτω βουλεύεσθε, λόγοις ἡττηθῆναι συμφέρειν ὑπολαμβάνοντες πεῖραν ἔργων καὶ πολέμου περιμένειν”. 5.111

Τοσαῦτα τοῦ Φινεέσου διαλεχθέντος οἱ προεστῶτες τῆς ἐκκλησίας καὶ τὸ πλῆθος αὐτὸ πᾶν ἤρξαντο περὶ τῶν ἐγκεκλημένων αὐτοῖς ἀπολογεῖσθαι, καὶ μήτε συγγενείας τῆς πρὸς αὐτοὺς ἀποστήσεσθαι μήτε κατὰ νεωτερισμὸν ἀναστῆσαι τὸν βωμὸν λέγειν, 5.112ἀλλὰ θεόν τε ἕνα γινώσκειν τὸν Ἑβραίοις ἅπασι κοινὸν καὶ τὸν πρὸ τῆς σκηνῆς βωμὸν χάλκεον, τὰς θυσίας ποιήσειν· τὸν μέντοι γε νῦν ἀνασταθέντα, διʼ ὃν καὶ ὕποπτοι γεγόνασιν, οὐ κατὰ θρησκείαν ἱδρῦσθαι, σύμβολον δὲ ὅπως εἴη καὶ τεκμήριον εἰς τὸν αἰῶνα τῆς πρὸς ὑμᾶς οἰκειότητος καὶ ἀνάγκη τοῦ σωφρονεῖν καὶ τοῖς πατρίοις ἐμμένειν, ἀλλʼ οὐχὶ παραβάσεως ἀρχήν, ὡς ὑπονοεῖτε. 5.113μάρτυς δʼ ἡμῖν τοῦ ἐπὶ τοιαύτῃ τὸν βωμὸν αἰτίᾳ κατασκευάσαι γένοιτο θεὸς ἀξιόχρεως, ὅθεν ἀμείνονα περὶ ἡμῶν ἔχοντες ὑπόληψιν μηδὲν καταγινώσκετε τούτων, ἐφʼ οἷς ἐξώλεις εἶναι δίκαιοι πάντες ὅσοι τοῦ Ἁβράμου γένους ὄντες νεωτέροις ἐπιχειροῦσιν ἔθεσι καὶ τοῦ συνήθους τρόπου παρηλλαγμένοις”.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.108 Joseph. AJ 5.112 (English) >>Joseph. AJ 5.116

Powered by PhiloLogic